クセノポン『ソクラテスの弁明』(希和対訳)
クセノポン『ソクラテスの弁明』(前380年頃)
XENOPHON前430年 - 355年
Apologia Socratis
[1] Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς τελευτῆς τοῦ βίου. γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι(←) καὶ πάντες(→) ἔτυχον τῆς μεγαληγορίας(尊大) αὐτοῦ· ᾧ(それゆえ) καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη(ア受 語る>ἐρῶ) ὑπὸ Σωκράτους. ἀλλ' ὅτι ἤδη ἑαυτῷ(自分にとって) ἡγεῖτο αἱρετώτερον εἶναι τοῦ βίου θάνατον, τοῦτο οὐ διεσαφήνισαν(明らかにする)· ὥστε ἀφρονέστερα(愚か) αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία.
一 ソクラテスについては、彼が裁判に召喚された際(前399年)、自らの弁明と生涯の終わり方についてどのように考えたかを記憶しておく価値があると私には思われる。たしかに他の人々もこの事について執筆しており、誰もが彼の尊大な振る舞いをとらえている。それゆえ、実際にソクラテスによってそのように語られたということは明らかである。しかし、彼らは「ソクラテスが自分自身にとって生きることよりも死のほうが望ましいと考えていた」という点を十分に明らかにしていなかったため、彼の尊大な振る舞いがやや軽率なものに見えてしまったのである。
[2] Ἑρμογένης μέντοι ὁ Ἱππονίκου ἑταῖρός τε ἦν αὐτῷ καὶ ἐξήγγειλε περὶ αὐτοῦ τοιαῦτα ὥστε πρέπουσαν(相応しい) φαίνεσθαι τὴν μεγαληγορίαν αὐτοῦ τῇ διανοίᾳ. ἐκεῖνος γὰρ ἔφη ὁρῶν αὐτὸν περὶ πάντων μᾶλλον διαλεγόμενον ἢ περὶ τῆς δίκης εἰπεῖν·
二 しかし、ヒッポニコスの子でソクラテスの友人エルモゲネスは、ソクラテスについて次のように報告して、彼の尊大な振る舞いがその考えにふさわしいものであったことを明らかにしている。エルモゲネスは、ソクラテスが裁判のことよりもあらゆる他の事柄について議論しているのを見て、彼に対してこう言った。
[3] Οὐκ ἐχρῆν μέντοι σκοπεῖν, ὦ Σώκρατες, καὶ ὅ τι ἀπολογήσῃ; τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι· Οὐ γὰρ δοκῶ σοι ἀπολογεῖσθαι μελετῶν(練習) διαβεβιωκέναι(生きてきた); ἐπεὶ δ' αὐτὸν ἐρέσθαι· Πῶς; Ὅτι οὐδὲν ἄδικον διαγεγένημαι(過ごす) ποιῶν· ἥνπερ νομίζω μελέτην εἶναι καλλίστην ἀπολογίας.
三「ソクラテスよ、何を弁明すべきかについても考えるべきではなかったのですか」と。するとソクラテスはまずこう答えた、「私が生涯を通じて弁明の訓練をしてきたと君は思わないかね」と。そこでエルモゲネスが「どういうことですか」と尋ねると、「私は不正なことを何ひとつ行わずに暮らしてきた。これこそが最も素晴らしい弁明の訓練だと私は思っているのだ」と答えた。
[4] ἐπεὶ δὲ αὐτὸν πάλιν λέγειν· Οὐχ ὁρᾷς τὰ Ἀθηναίων δικαστήρια(法廷) ὡς πολλάκις μὲν οὐδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλάκις δὲ ἀδικοῦντας ἢ ἐκ τοῦ λόγου οἰκτίσαντες(哀れむ) ἢ ἐπιχαρίτως(快い) εἰπόντας ἀπέλυσαν; Ἀλλὰ ναὶ μὰ Δία, φάναι αὐτόν, καὶ δὶς ἤδη ἐπιχειρήσαντός μου σκοπεῖν περὶ τῆς ἀπολογίας ἐναντιοῦταί μοι τὸ δαιμόνιον.
四 そこでエルモゲネスが再び言った、「アテナイの法廷が言論に惑わされて、何も悪い事をしていない人たちをしばしば死刑にしてきたのに対して、悪事を働いた人々に対しては、彼らの話に哀れみをもよおしたり、甘言を弄されたりして、何度も無罪放免にしてきたことをご存知ではないのですか」と言うと、ソクラテスは言った、「確かにそれは知っている。だから、私は弁明について考えようとすでに二度試みたのだが、ダイモニオン(神的な合図)が私に反対するのだ」と。
[5] ὡς δὲ αὐτὸν εἰπεῖν· Θαυμαστὰ λέγεις, τὸν δ' αὖ ἀποκρίνασθαι· Ἦ θαυμαστὸν νομίζεις εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν; οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην(人後に落ちない) ἂν βέλτιον ἐμοῦ βεβιωκέναι; ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν(過去完1s) ὁσίως μοι καὶ δικαίως ἅπαντα τὸν βίον βεβιωμένον· ὥστε ἰσχυρῶς ἀγάμενος ἐμαυτὸν ταὐτὰ ηὕρισκον καὶ τοὺς ἐμοὶ συγγιγνομένους γιγνώσκοντας περὶ ἐμοῦ.
五 エルモゲネスが「奇妙なことをおっしゃいますね」と言うと、ソクラテスは再びこう答えた、「私が今こそ生涯を終える方がより良いと、神に思われているのを、君は奇妙なことだと思うのかね。私がこれまでのところ、自分以上に良く生きてきた人間は一人もいないと自負していることを君は知らないのか。というのは、実にうれしいことに、私は自分が全生涯を神々を敬い人々に対して正しく振る舞って生きてきたことを知っていたからだ。それゆえ、私は自分自身を非常に誇らしく思っており、私と交わっている者たちも私のそういう気持ちを知ってくれているのを発見したのだ。
[6] νῦν δὲ εἰ ἔτι προβήσεται ἡ ἡλικία, οἶδ' ὅτι ἀνάγκη ἔσται τὰ τοῦ γήρως(属γῆρας) ἐπιτελεῖσθαι(支払うἐπιτελέω) καὶ ὁρᾶν τε χεῖρον καὶ ἀκούειν ἧττον καὶ δυσμαθέστερον εἶναι καὶ ὧν ἔμαθον ἐπιλησμονέστερον. ἂν δὲ αἰσθάνωμαι χείρων γιγνόμενος καὶ καταμέμφωμαι(責める) ἐμαυτόν, πῶς ἄν, εἰπεῖν, ἐγὼ ἔτι ἂν ἡδέως βιοτεύοιμι(生きる);
六「しかし今、もしさらに長生きするなら、私は老いたつけを払わざるを得なくなり、視力は衰え、聴力は落ち、物覚えは悪くなり、覚えたことも忘れっぽくなることは私も知っている。もし自分が衰えていくのを感じ、そんな自分に不満を抱くようになるとしたら、私はこの先一体どうして楽しく生きていけるだろうか。
[7] ἴσως δέ τοι, φάναι αὐτόν, καὶ ὁ θεὸς δι' εὐμένειαν(好意) προξενεῖ(ためをはかる) μοι οὐ μόνον τὸ ἐν καιρῷ τῆς ἡλικίας καταλῦσαι τὸν βίον, ἀλλὰ καὶ τὸ ᾗ ῥᾷστα(楽). ἂν γὰρ νῦν κατακριθῇ(有罪) μου, δῆλον ὅτι ἐξέσται μοι τῇ τελευτῇ(死) χρῆσθαι ἣ ῥᾴστη μὲν ὑπὸ τῶν τούτου ἐπιμεληθέντων(管轄) κέκριται, ἀπραγμονεστάτη(煩わしくない) δὲ τοῖς φίλοις, πλεῖστον δὲ πόθον(悼む) ἐμποιοῦσα(もたらす) τῶν τελευτώντων(死者). ὅταν γὰρ ἄσχημον(見苦しい) μὲν μηδὲν μηδὲ δυσχερὲς(不愉快) ἐν ταῖς γνώμαις(心) τῶν παρόντων καταλείπηταί τις, ὑγιὲς δὲ τὸ σῶμα ἔχων καὶ τὴν ψυχὴν δυναμένην φιλοφρονεῖσθαι(好意を示す) ἀπομαραίνηται(世を去る), πῶς οὐκ ἀνάγκη τοῦτον ποθεινὸν εἶναι;
七「おそらく」とソクラテスはいった。「神は親切にも、私に適切な年齢で生涯を終えることだけでなく、最も楽な方法で生涯を終える機会をも与えてくださったのだ。というのは、もしいま私が死刑判決を受けるなら、私は執行人たちにとって最も容易な方法、友人たちにとっても最も煩わしくない方法、死んでいく人たちの中で最も惜しまれる方法で死ねることが明らかだからだ。居合わせる人たちの心に見苦しいことも不快なことも一切残さず、健全な身体を持ち、親愛の情を示せる心も失わずにこの世から去っていくならば、そのような人が人々に惜しまれるのは当然ではないか。
[8] ὀρθῶς δὲ οἱ θεοὶ τότε μου ἠναντιοῦντο(反対する>ἐναντιόομαι), φάναι αὐτόν, τῇ τοῦ λόγου(弁論) ἐπισκέψει(調査) ὅτε ἐδόκει ἡμῖν ζητητέα εἶναι ἐκ παντὸς τρόπου τὰ ἀποφευκτικά(無罪になる方法). εἰ γὰρ τοῦτο διεπραξάμην, δῆλον ὅτι ἡτοιμασάμην(準備ἑτοιμάζω) ἂν ἀντὶ τοῦ ἤδη λῆξαι τοῦ βίου ἢ νόσοις ἀλγυνόμενος(苦しむ) τελευτῆσαι ἢ γήρᾳ, εἰς ὃ πάντα τὰ χαλεπὰ συρρεῖ(流れる) καὶ μάλα ἔρημα τῶν εὐφροσυνῶν.
八「だから、われわれ皆があらゆる手段を使って無罪判決を得るべきだと考えた時に、そのための弁論を研究しようとした私を神々が引き留めたのは正しかったのだ」とソクラテスは言った。「もし私が弁論の研究をやり遂げていたなら、今すぐに人生を終える代わりに、病に苦しみ老いさらばえて死を迎える準備をすることになったのは明らかだからだ。老いにはあらゆる困難が押し寄せ、喜びがまったく欠如しているのだからね。
[9] μὰ Δί', εἰπεῖν αὐτόν, ὦ Ἑρμόγενες, ἐγὼ ταῦτα οὐδὲ προθυμήσομαι, ἀλλ' ὅσων νομίζω τετυχηκέναι(完) καλῶν καὶ παρὰ θεῶν καὶ παρ' ἀνθρώπων, καὶ ἣν ἐγὼ δόξαν(信念) ἔχω περὶ ἐμαυτοῦ, ταύτην ἀναφαίνων εἰ βαρυνῶ(悩ます) τοὺς δικαστάς, αἱρήσομαι(選ぶ) τελευτᾶν μᾶλλον ἢ ἀνελευθέρως τὸ ζῆν ἔτι προσαιτῶν(求める) κερδᾶναι(手に入れる) τὸν πολὺ χείρω βίον ἀντὶ θανάτου.
九「ゼウスにかけて言うが、エルモゲネスよ」とソクラテスはいった。「私が熱心に求めるのはそのような物ではなく、神々と人々からも私が授かったと信じる美しい死に際なのだ。私が自分自身に抱いているこの信念をあからさまに示すことで裁判員たちを不快にするとしても、私は、死の代わりにずっと劣った生を乞い求めて、不自由に生き永らえるよりは、死を選ぶつもりだ」と。
[10] οὕτως δὲ γνόντα αὐτὸν ἔφη, ἐπειδὴ κατηγόρησαν αὐτοῦ οἱ ἀντίδικοι(原告) ὡς οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζοι, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέροι καὶ τοὺς νέους διαφθείροι, παρελθόντα(進み出る) εἰπεῖν·
十 エルモゲネスによれば、ソクラテスはこのように考えたうえで、原告たちが「ソクラテスは国家が信じる神々を信じず、新しい神的なものを導入し、若者を堕落させている」と告発した際、進み出て次のように語ったという。
[11] Ἀλλ' ἐγώ, ὦ ἄνδρες, τοῦτο μὲν πρῶτον θαυμάζω Μελήτου, ὅτῳ ποτὲ γνοὺς λέγει ὡς ἐγὼ οὓς ἡ πόλις νομίζει θεοὺς οὐ νομίζω· ἐπεὶ θύοντά γέ με ἐν ταῖς κοιναῖς ἑορταῖς καὶ ἐπὶ(上) τῶν δημοσίων βωμῶν καὶ οἱ ἄλλοι οἱ παρατυγχάνοντες ἑώρων καὶ αὐτὸς Μέλητος, εἰ ἐβούλετο.
十一「アテナイの市民諸君、まず私はメレトスがどのような理由で『私が国家の信じる神々を信じていない』と主張するのか不可解でならないのだ。というのも、公的な祭りや公の祭壇で私が生贄を捧げているのを、居合わせた他の人々も、そしてメレトス自身もその気があれば見たはずだからだ。
[12] καινά γε μὴν δαιμόνια πῶς ἂν ἐγὼ εἰσφέροιμι λέγων ὅτι θεοῦ μοι φωνὴ(声) φαίνεται σημαίνουσα ὅ τι χρὴ ποιεῖν; καὶ γὰρ οἱ φθόγγοις(声) οἰωνῶν καὶ οἱ φήμαις(声) ἀνθρώπων χρώμενοι φωναῖς(声) δήπου(確かに) τεκμαίρονται(判断). βροντὰς(雷) δὲ ἀμφιλέξει(反論) τις ἢ μὴ φωνεῖν ἢ μὴ μέγιστον οἰωνιστήριον(兆し) εἶναι; ἡ δὲ Πυθοῖ(地) ἐν τῷ τρίποδι ἱέρεια(巫女) οὐ καὶ αὐτὴ φωνῇ τὰ παρὰ τοῦ θεοῦ διαγγέλλει(伝える);
十二「また、私は神の声が自分になすべきことを示していると言っているとしても、それでどうして私が新しい神的な物を導入していることになるのだろうか。というのは、鳥の鳴き声や予言者の声を用いる人々も、確かに声によって判断しているからである。雷が鳴る時、それが声ではないとか、重要な兆しではないなどと誰が反論できるだろうか。デルフイの三脚床に座る巫女自身も、声によって神からの託宣を伝えているではないか。
[13] ἀλλὰ μέντοι καὶ τὸ προειδέναι γε τὸν θεὸν τὸ μέλλον καὶ τὸ προσημαίνειν ᾧ βούλεται, καὶ τοῦτο, ὥσπερ ἐγώ φημι, οὕτω πάντες καὶ λέγουσι καὶ νομίζουσιν. ἀλλ' οἱ μὲν οἰωνούς τε καὶ φήμας καὶ συμβόλους τε καὶ μάντεις ὀνομάζουσι(呼ぶ) τοὺς προσημαίνοντας εἶναι, ἐγὼ δὲ τοῦτο δαιμόνιον καλῷ καὶ οἶμαι οὕτως ὀνομάζων καὶ ἀληθέστερα(真実) καὶ ὁσιώτερα λέγειν τῶν τοῖς ὄρνισιν ἀνατιθέντων(付与) τὴν τῶν θεῶν δύναμιν. ὥς γε μὴν οὐ ψεύδομαι κατὰ τοῦ θεοῦ καὶ τοῦτ' ἔχω τεκμήριον· καὶ γὰρ τῶν φίλων πολλοῖς δὴ ἐξαγγείλας(ア分) τὰ τοῦ θεοῦ συμβουλεύματα(助言) οὐδεπώποτε ψευσάμενος ἐφάνην.
十三「さらに、神が未来をあらかじめ知って、神が望む者に前兆を示すということ、これも私が言う通りに、誰もが語り、信じていることである。ただ、他の人たちは前兆を示すものを鳥、吉兆、符号、予言者と呼んでいるが、私はこれをダイモニオンと呼んでいるのである。このように呼ぶことは、神々の力を鳥に付与する人たちよりも、真実で神聖なことを言っていることになると私は思っている。私が神について偽りを述べていないことの証拠もる。私は多くの友人に神からの助言を伝えてきたが、一度としてそれが偽りだったと明らかになったことはないのである」
[14] ἐπεὶ δὲ ταῦτα ἀκούοντες οἱ δικασταὶ ἐθορύβουν(騒ぐθορυβέω), οἱ μὲν ἀπιστοῦντες τοῖς λεγομένοις, οἱ δὲ καὶ φθονοῦντες, εἰ καὶ παρὰ θεῶν μειζόνων ἢ αὐτοὶ τυγχάνοι, πάλιν εἰπεῖν τὸν Σωκράτην· Ἄγε δὴ ἀκούσατε καὶ ἄλλα, ἵνα ἔτι μᾶλλον οἱ βουλόμενοι(ἀπιστεῖν) ὑμῶν ἀπιστῶσι(接) τῷ ἐμὲ τετιμῆσθαι ὑπὸ δαιμόνων. Χαιρεφῶντος(属) γάρ ποτε ἐπερωτῶντος(尋ねるἐπερωτάω) ἐν Δελφοῖς περὶ ἐμοῦ πολλῶν παρόντων ἀνεῖλεν(答える) ὁ Ἀπόλλων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε ἐλευθεριώτερον μήτε δικαιότερον μήτε σωφρονέστερον(貞潔).
十四 裁判員たちがこれを聞いてざわめき始めた。彼らの中には、彼の話を信用しない者もいれば、ソクラテスが自分たちよりも神々から大きな恩恵を受けていることに嫉妬する者もいた。すると、ソクラテスは再び語った。「では、私が神々から尊ばれていることを信用しない人たちがさらに信じられなくなるような、次の話も聞き給え。かつてカイレポンが多くの人々がいる前でデルフィの神殿で私について尋ねた時、神アポロンは『誰一人、ソクラテス以上に自由で、公正、慎み深い人はいない』と答えたのだ」
[15] ὡς δ' αὖ ταῦτ' ἀκούσαντες οἱ δικασταὶ ἔτι μᾶλλον εἰκότως ἐθορύβουν, αὖθις εἰπεῖν τὸν Σωκράτην· Ἀλλὰ μείζω μέν, ὦ ἄνδρες, εἶπεν ὁ θεὸς ἐν χρησμοῖς(神託) περὶ Λυκούργου τοῦ Λακεδαιμονίοις νομοθετήσαντος ἢ περὶ ἐμοῦ. λέγεται γὰρ εἰς τὸν ναὸν εἰσιόντα προσειπεῖν αὐτόν· Φροντίζω(考える) πότερα θεόν σε εἴπω ἢ ἄνθρωπον. ἐμὲ δὲ θεῷ μὲν οὐκ εἴκασεν, ἀνθρώπων δὲ πολλῷ(遥かに) προέκρινεν ὑπερφέρειν(+属 優る). ὅμως δὲ ὑμεῖς μηδὲ ταῦτ' εἰκῇ πιστεύσητε τῷ θεῷ, ἀλλὰ καθ' ἓν ἕκαστον ἐπισκοπεῖτε ὧν εἶπεν ὁ θεός.
十五 裁判員たちがこれを聞いて予想通りさらに激しく騒ぎ立てると、ソクラテスは再び言った。「アテナイの市民諸君、神アポロンがスパルタの立法者リュクルゴスに対して下した神託は、私に対するものよりももっとすごいものだった。神は彼が神殿に入ったとき、『お前を神と呼ぶべきか、人間と呼ぶべきか案じている』と語りかけたと言われている。アポロンは私を神になぞらえはしなかったものの、人間をはるかに凌駕していると高く評価したのである。しかしながら、諸君は神の言葉を無批判に信じることなく、神の語ったことを一つひとつ検証して頂きたい。
[16] τίνα μὲν γὰρ ἐπίστασθε ἧττον ἐμοῦ δουλεύοντα ταῖς τοῦ σώματος ἐπιθυμίαις; τίνα δὲ ἀνθρώπων ἐλευθεριώτερον, ὃς παρ' οὐδενὸς οὔτε δῶρα οὔτε μισθὸν δέχομαι; δικαιότερον δὲ τίνα ἂν εἰκότως(正当に) νομίσαιτε τοῦ πρὸς τὰ παρόντα συνηρμοσμένου(適応), ὡς τῶν ἀλλοτρίων μηδενὸς προσδεῖσθαι; σοφὸν δὲ πῶς οὐκ ἄν τις εἰκότως ἄνδρα φήσειεν εἶναι ὃς ἐξ ὅτουπερ ξυνιέναι(理解>ξυνίημι) τὰ λεγόμενα ἠρξάμην οὐπώποτε διέλειπον καὶ ζητῶν καὶ μανθάνων ὅ τι ἐδυνάμην ἀγαθόν;
十六「というのは、私のように肉体的な欲望の奴隷にならない人を、諸君は誰か知っているだろうか。誰からも贈り物も報酬も受け取らない私のように自由で独立した人間を諸君は誰か知っているだろうか。また、自分の環境に満足して、他人のものを一切欲しがらない人こそ、まさに諸君が公正な人であると正当にみなす人ではないか。そして、人が話していることを理解し始めて以来、できる限りのあらゆる有益なことを探求し学び続けることを一度としてやめなかった人間を、知者と呼ぶのは当然のことではないか。
[17] ὡς δὲ οὐ μάτην ἐπόνουν οὐ δοκεῖ ὑμῖν καὶ τάδε τεκμήρια εἶναι, τὸ πολλοὺς μὲν πολίτας τῶν ἀρετῆς ἐφιεμένων, πολλοὺς δὲ ξένων, ἐκ πάντων προαιρεῖσθαι ἐμοὶ ξυνεῖναι; ἐκείνου(以下の不定詞群) δὲ τί φήσομεν αἴτιον εἶναι, τοῦ πάντας εἰδέναι ὅτι ἐγὼ ἥκιστ' ἂν ἔχοιμι χρήματα ἀντιδιδόναι, ὅμως πολλοὺς ἐπιθυμεῖν ἐμοί τι δωρεῖσθαι; τὸ δ' ἐμὲ μὲν μηδ' ὑφ' ἑνὸς ἀπαιτεῖσθαι(お返しを求める>ἀπαιτέω) εὐεργεσίας, ἐμοὶ δὲ πολλοὺς ὁμολογεῖν χάριτας ὀφείλειν;
十七「私が探求を重ねてきたことが無駄でなかったことは、次の事実が証拠であると、諸君は思わないだろうか。それは、徳を追求する市民や外国人の多くが、誰よりも好んで私と交際したがっていることである。また、私がお返しをするためのお金を全く持っていないことは誰でも知っているのに、多くの人々がしきりに私に贈り物をしたがるのは、なぜだろうか。私が贈り物をもらってもお返しを求められることはなく、多くの人々が私にお返しとして贈り物をしたいと思っているのは、なぜだろうか。
[18] τὸ δ' ἐν τῇ πολιορκίᾳ(包囲) τοὺς μὲν ἄλλους οἰκτίρειν(哀れむ>οἰκτείρω) ἑαυτούς, ἐμὲ δὲ μηδὲν ἀπορώτερον διάγειν(暮らす) ἢ ὅτε τὰ μάλιστα ἡ πόλις ηὐδαιμόνει; τὸ δὲ τοὺς ἄλλους μὲν τὰς εὐπαθείας(贅沢) ἐκ τῆς ἀγορᾶς πολυτελεῖς(高価な) πορίζεσθαι(入手), ἐμὲ δὲ ἐκ τῆς ψυχῆς ἄνευ δαπάνης(出費) ἡδίους ἐκείνων μηχανᾶσθαι; εἴ γε μὴν ὅσα εἴρηκα(完 言う>ἐρῶ) περὶ ἐμαυτοῦ μηδεὶς δύναιτ' ἂν ἐξελέγξαι(証明) με ὡς ψεύδομαι, πῶς οὐκ ἂν ἤδη δικαίως καὶ ὑπὸ θεῶν καὶ ὑπ' ἀνθρώπων ἐπαινοίμην;
十八「アテナイが包囲(405年)された時、他の人々が困っていたのに、私は国が最も繁栄していた時と変わらず不自由なく暮らしていたのは、なぜだろうか。他の人々は市場から高価な贅沢品を調達するのに対して、私は何の出費もなしにもっと大きな精神的な贅沢を手に入れているのはなぜだろうか。もし私が自分についていま話したことが反論の余地のない真実なら、いま私が神々からも人間からも称賛されているのは当然ではないだろうか。
[19] ἀλλ' ὅμως σύ με φῄς, ὦ Μέλητε, τοιαῦτα ἐπιτηδεύοντα(追求) τοὺς νέους διαφθείρειν; καίτοι ἐπιστάμεθα μὲν δήπου τίνες εἰσὶ νέων διαφθοραί· σὺ δὲ εἰπὲ εἴ τινα οἶσθα ὑπ' ἐμοῦ γεγενημένον ἢ ἐξ εὐσεβοῦς ἀνόσιον ἢ ἐκ σώφρονος(貞節) ὑβριστὴν(淫ら) ἢ ἐξ εὐδιαίτου(質素) πολυδάπανον(贅沢) ἢ ἐκ μετριοπότου(適度に酒を飲む) οἰνόφλυγα(酒飲み) ἢ ἐκ φιλοπόνου(勤勉) μαλακὸν(怠け者) ἢ ἄλλης πονηρᾶς(悪い) ἡδονῆς ἡττημένον.
十九「それなのに、メレトスよ、君はこのような事を追求している私が若者を堕落させていると主張するのかね。言うまでもなく、僕たちは何が『若者の堕落』であるかは知っているね。そこで私に教えてくれたまえ。私のせいで、信神深かった者が不信心に、慎み深かった者がだらしなくなり、質素だった者が贅沢になり、酒を控えていた者が大酒飲みになり、勤勉だった者が怠け者になり、また他にも悪しき快楽に屈服した者を一人でも君は知っているのかね」
[20] Ἀλλὰ ναὶ μὰ Δί', ἔφη ὁ Μέλητος, ἐκείνους οἶδα οὓς σὺ πέπεικας(>πείθω) σοὶ πείθεσθαι μᾶλλον ἢ τοῖς γειναμένοις(両親>γείνομαι). Ὁμολογῶ, φάναι τὸν Σωκράτην, περί γε παιδείας(教育)· τοῦτο γὰρ ἴσασιν ἐμοὶ μεμεληκός(仕事). περὶ δὲ ὑγιείας τοῖς ἰατροῖς μᾶλλον οἱ ἄνθρωποι πείθονται ἢ τοῖς γονεῦσι· καὶ ἐν ταῖς ἐκκλησίαις γε πάντες δήπου οἱ Ἀθηναῖοι τοῖς φρονιμώτατα(良い) λέγουσι πείθονται μᾶλλον ἢ τοῖς προσήκουσιν(親族). οὐ γὰρ δὴ καὶ στρατηγοὺς αἱρεῖσθε καὶ πρὸ πατέρων(>πατήρ) καὶ πρὸ ἀδελφῶν, καὶ ναὶ μὰ Δία γε ὑμεῖς πρὸ ὑμῶν αὐτῶν, οὓς ἂν ἡγῆσθε περὶ τῶν πολεμικῶν φρονιμωτάτους εἶναι; Οὕτω γάρ, φάναι τὸν Μέλητον, ὦ Σώκρατες, καὶ συμφέρει καὶ νομίζεται.
二十「いや、これは確かなことだ」とメレトスは言った。「あなたは若者たちに言い聞かせて、生みの親よりもあなたの言うことを聞くようにさせているのを知っている」。ソクラテスは言った、「それは認める。それが教育だからであり、それが私の仕事だということはみんなが知っていることだ。体の健康については、親ではなく医師の言うことを聞くものだし、民会においては、アテナイ人はみな自分の親族ではなく最も良い意見を言う人に従うではないか。諸君が軍の指揮官を選ぶ時も、父親や兄弟ではなく、またけっして自分自身ではなく、軍事に最も詳しいと思える人を選ぶではないか」。メレトスは言った、「その通りだ、ソクラテス。そのほうが有益だし、それが慣習だからだ」
[21] Οὐκοῦν, εἰπεῖν τὸν Σωκράτην, θαυμαστὸν καὶ τοῦτό σοι δοκεῖ εἶναι, τὸ ἐν μὲν ταῖς ἄλλαις πράξεσι μὴ μόνον ἰσομοιρίας(市民としての評価) τυγχάνειν τοὺς κρατίστους, ἀλλὰ καὶ προτετιμῆσθαι(優遇), ἐμὲ δέ, ὅτι περὶ τοῦ μεγίστου ἀγαθοῦ ἀνθρώποις, περὶ παιδείας, βέλτιστος εἶναι ὑπό τινων προκρίνομαι, τούτου ἕνεκα θανάτου ὑπὸ σοῦ διώκεσθαι;
二十一「それなら」とソクラテスは言った。「他のあらゆる分野においては、最も優れた人が相応しい待遇を受けるだけでなく、際立った名誉を受けているのに、私は人間にとって最も大切な教育という分野で最も優れているとみなす人々がいるという理由で、君から死刑の罪で訴追されるというのは、奇妙なことだとは思わないかね」
[22] Ἐρρήθη μὲν δῆλον ὅτι τούτων πλείω ὑπό τε αὐτοῦ καὶ τῶν συναγορευόντων(支援) φίλων αὐτῷ. ἀλλ' ἐγὼ οὐ τὰ πάντα εἰπεῖν τὰ ἐκ τῆς δίκης ἐσπούδασα(熱心), ἀλλ' ἤρκεσέ μοι δηλῶσαι ὅτι Σωκράτης τὸ μὲν μήτε περὶ θεοὺς ἀσεβῆσαι μήτε περὶ ἀνθρώπους ἄδικος φανῆναι περὶ παντὸς ἐποιεῖτο·
二十二 ソクラテスや彼を支援する友人たちが話したことはこれが全てでないのは明らかである。しかし、もとより私は裁判でのすべての発言を報告するつもりはない。ただ、ソクラテスが神々に対して不敬ではなく、人間に対して不正を働いてもいないことは明らかにすることを何よりも重視していたことを示せば充分である。
[23] τὸ δὲ μὴ ἀποθανεῖν οὐκ ᾤετο λιπαρητέον(せがむ) εἶναι, ἀλλὰ καὶ καιρὸν ἤδη ἐνόμιζεν ἑαυτῷ τελευτᾶν. ὅτι δὲ οὕτως ἐγίγνωσκε καταδηλότερον ἐγένετο, ἐπειδὴ καὶ ἡ δίκη κατεψηφίσθη(有罪判決>καταψηφίζομαι). πρῶτον μὲν γὰρ κελευόμενος ὑποτιμᾶσθαι(軽い刑を申し出る) οὔτε αὐτὸς ὑπετιμήσατο οὔτε τοὺς φίλους εἴασεν, ἀλλὰ καὶ ἔλεγεν ὅτι τὸ ὑποτιμᾶσθαι ὁμολογοῦντος εἴη ἀδικεῖν. ἔπειτα τῶν ἑταίρων ἐκκλέψαι βουλομένων αὐτὸν οὐκ ἐφείπετο(>ἐφέπω), ἀλλὰ καὶ ἐπισκῶψαι(笑う>ἐπισκώπτω) ἐδόκει ἐρόμενος εἴ που εἰδεῖέν(3pl) τι χωρίον ἔξω τῆς Ἀττικῆς ἔνθα οὐ προσβατὸν θανάτῳ.
二十三 彼は自分を殺さないでくれとせがむべきではないと考えていたのである。いやそれどころか、今こそ自分にとっての死に時だと考えていたのである。彼がそう考えていたことは、死刑判決が出た後にますます明らかになった。まず、量刑の対案を申し出るよう命じられた時、彼は自ら対案を出さず、友人たちにもそうすることも許さなかった。それどころか、量刑の対案を出すことは自分の不正を認めることになると言ったのである。次に、仲間たちが彼を秘密裏に逃がそうとした際にもそれに応じず、むしろ「アッティカの国外に、死の手が届かないような場所がどこかにあるのかね」と尋ねて笑ったほどである。
[24] Ὡς δὲ τέλος εἶχεν ἡ δίκη, εἰπεῖν αὐτόν· Ἀλλ', ὦ ἄνδρες, τοὺς μὲν διδάσκοντας τοὺς μάρτυρας ὡς χρὴ ἐπιορκοῦντας(偽証) καταψευδομαρτυρεῖν(偽証) ἐμοῦ καὶ τοὺς πειθομένους τούτοις ἀνάγκη ἐστὶ πολλὴν(強い) ἑαυτοῖς συνειδέναι(自覚) ἀσέβειαν καὶ ἀδικίαν· ἐμοὶ δὲ τί(どうして) προσήκει(必要) νῦν μεῖον(少なく) φρονεῖν(落胆) ἢ πρὶν κατακριθῆναι, μηδὲν ἐλεγχθέντι(証明) ὡς πεποίηκά τι ὧν ἐγράψαντό(告発) με; οὐδὲ γὰρ ἔγωγε ἀντὶ Διὸς καὶ Ἥρας καὶ τῶν σὺν τούτοις θεῶν οὔτε θύων τισὶ καινοῖς δαίμοσιν οὔτε ὀμνὺς οὔτε νομίζων ἄλλους θεοὺς ἀναπέφηνα(完 明らかになった).
二十四 裁判が終わった時、ソクラテスはこう言った。「アテナイの市民諸君、証人たちに偽証するよう指示した者たちや、それに従った者たちは、強い不敬と不正を自覚せざるを得ないだろう。しかし、私に対する告発内容は何ひとつ証明されなかったのだから、有罪判決が出たからといって私が落胆する必要がどこにあろうか。私はゼウスやヘラやその他の神々の代わりに新しい神的なものを祭って生贄を捧げたことも、誓いを立てたことも、他の神々を信じたことも一切示されなかったからだ。
[25] τούς γε μὴν νέους πῶς ἂν διαφθείροιμι καρτερίαν(忍耐) καὶ εὐτέλειαν(倹約) προσεθίζων; ἐφ' οἷς γε μὴν ἔργοις κεῖται θάνατος ἡ ζημία(罰), ἱεροσυλίᾳ(神殿荒らし), τοιχωρυχίᾳ(住居侵入), ἀνδραποδίσει(奴隷売買), πόλεως προδοσίᾳ(反逆), οὐδ' αὐτοὶ οἱ ἀντίδικοι τούτων πρᾶξαί τι κατ' ἐμοῦ φασιν. ὥστε θαυμαστὸν ἔμοιγε δοκεῖ εἶναι ὅπως ποτὲ ἐφάνη ὑμῖν τοῦ θανάτου ἔργον ἄξιον ἐμοὶ εἰργασμένον(完).
二十五「また、私は若者に忍耐と倹約を身につけさせているのに、それがどうして堕落させることになるのだろうか。法律によって死刑が定められている罪——神殿荒らし、住居侵入、奴隷売買、国家反逆——について、原告自身すら私がそれらの罪を犯したとは主張していないのだ。したがって、どうして私が死罪に値することをしたと諸君が思ったのか、私には不思議でならない。
[26] ἀλλ' οὐδὲ μέντοι ὅτι ἀδίκως ἀποθνῄσκω, διὰ τοῦτο μεῖον φρονητέον· οὐ γὰρ ἐμοὶ ἀλλὰ τοῖς καταγνοῦσι τοῦτο αἰσχρόν ἐστι. παραμυθεῖται(励ます) δ' ἔτι με καὶ Παλαμήδης ὁ παραπλησίως(そっくり) ἐμοὶ τελευτήσας· ἔτι γὰρ καὶ νῦν πολὺ καλλίους ὕμνους(賛歌) παρέχεται Ὀδυσσέως τοῦ ἀδίκως ἀποκτείναντος αὐτόν· οἶδ' ὅτι καὶ ἐμοὶ μαρτυρήσεται ὑπό τε τοῦ ἐπιόντος καὶ ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὅτι ἠδίκησα μὲν οὐδένα πώποτε οὐδὲ πονηρότερον ἐποίησα, εὐηργέτουν δὲ τοὺς ἐμοὶ διαλεγομένους προῖκα διδάσκων ὅ τι ἐδυνάμην ἀγαθόν.
二十六「しかし、私は不当に殺されるからといって、そのために私が落胆するはずはないのだ。この事を恥じるべきなのは私ではなく、私に有罪判決を下した人たちだからだ。私と同じような最期を遂げたパラメデスも私を励ましてくれている。彼は今なお、彼を不当に殺害したオデュッセウスよりもずっと美しい賛歌を贈られているからだ。私もまた、過去の人々からも未来の人々からも、『私は誰一人傷つけたことはなく、誰も悪人にしなかった。むしろ対話する人々に無償で自分がなし得るあらゆる有益なことを教え、恩恵を施してきた』と証言されることを確信している」
[27] εἰπὼν δὲ ταῦτα μάλα ὁμολογουμένως δὴ τοῖς εἰρημένοις ἀπῄει καὶ ὄμμασι καὶ σχήματι καὶ βαδίσματι φαιδρός(晴やか). ὡς δὲ ᾔσθετο ἄρα τοὺς παρεπομένους(付き従う) δακρύοντας, Τί τοῦτο; εἰπεῖν αὐτόν, ἦ ἄρτι δακρύετε; οὐ γὰρ πάλαι ἴστε ὅτι ἐξ ὅτουπερ ἐγενόμην κατεψηφισμένος ἦν μου ὑπὸ τῆς φύσεως(天命) ὁ θάνατος; ἀλλὰ μέντοι εἰ μὲν ἀγαθῶν ἐπιρρεόντων(溢れる) προαπόλλυμαι(先立つ), δῆλον ὅτι ἐμοὶ καὶ τοῖς ἐμοῖς εὔνοις(友人) λυπητέον· εἰ δὲ χαλεπῶν προσδοκωμένων(予想) καταλύω τὸν βίον, ἐγὼ μὲν οἶμαι ὡς εὐπραγοῦντος(幸い) ἐμοῦ πᾶσιν ὑμῖν εὐθυμητέον(喜ぶべき) εἶναι.
これらの事を語ると、彼は自分の言動にまったく相応しい晴れやかな目つき、姿勢、歩調で退出していったのである。そして付き添う人々が泣いているのに気づくと、「これはどうしたことか。今頃になって涙を流すのかね。私が生まれた瞬間から、天命によって死は宣告されていたことを、ずっと前から知らなかったというのかね。もし善いことだらけ時に私が先立つなら、私も私の友人たちもそれを悲しむのも当然だろう。しかし、様々な難儀が予想される中で人生を終えるのだから、私は幸福者だと、諸君の誰もむしろ晴れやかな気持ちでいるべきだと思うのだ」と言った。
[28] παρὼν δέ τις Ἀπολλόδωρος, ἐπιθυμητὴς(ファン) μὲν ὢν ἰσχυρῶς αὐτοῦ, ἄλλως δ' εὐήθης, εἶπεν ἄρα· Ἀλλὰ τοῦτο ἔγωγε, ὦ Σώκρατες, χαλεπώτατα φέρω ὅτι ὁρῶ σε ἀδίκως ἀποθνῄσκοντα. τὸν δὲ λέγεται καταψήσαντα(撫でる) αὐτοῦ τὴν κεφαλὴν εἰπεῖν· Σὺ δέ, ὦ φίλτατε Ἀπολλόδωρε, μᾶλλον ἐβούλου με ὁρᾶν δικαίως ἢ ἀδίκως ἀποθνῄσκοντα; καὶ ἅμα ἐπιγελάσαι.
二十八 そこに居合わせた彼の熱烈な崇拝者で、普段は人の良いアポロドロスが言った。「ソクラテス、あなたがこんな不正な裁きで殺されるのはとても耐えられません」。するとソクラテスは彼の頭を撫でながら、「かわいいアポロドロスよ、わしが不正な裁きで死ぬより、正しい裁きで死ぬ方がよかったのかい」と言いながら微笑んだとされる。
[29] λέγεται δὲ καὶ Ἄνυτον παριόντα ἰδὼν εἰπεῖν· Ἀλλ' ὁ μὲν ἀνὴρ ὅδε κυδρός(得意), ὡς μέγα τι καὶ καλὸν διαπεπραγμένος, εἰ ἀπέκτονέ με, ὅτι αὐτὸν τῶν μεγίστων ὑπὸ τῆς πόλεως ὁρῶν ἀξιούμενον οὐκ ἔφην χρῆναι τὸν υἱὸν περὶ βύρσας(皮革) παιδεύειν. ὡς μοχθηρὸς οὗτος, ἔφη, ὃς οὐκ ἔοικεν εἰδέναι ὅτι ὁπότερος ἡμῶν καὶ συμφορώτερα καὶ καλλίω εἰς τὸν ἀεὶ χρόνον διαπέπρακται, οὗτός ἐστι καὶ ὁ νικῶν.
二十九 また、アニュトス(告発者の一人)が通りかかるのを見て、ソクラテスはこう言ったそうだ。「あの男は、私を殺したら、何か偉大で素晴らしいことを成し遂げたことになると鼻高々だ。私は彼が国から最高幹部と認められている身であるのを見て(息子にちゃんとした教育を受けさせずにいるので)、『あなたは自分の息子に(家業を継がせるために)皮革業を仕込むべきではない』と言ったのを根に持ったのだろう。しかし、何と哀れな男だろうか。われわれ二人のうちで将来に渡って有益で正しいことをしたほうが勝者となることが分からないとは。
[30] ἀλλὰ μέντοι, φάναι αὐτόν, ἀνέθηκε(与える) μὲν καὶ Ὅμηρος ἔστιν οἷς τῶν ἐν καταλύσει τοῦ βίου προγιγνώσκειν τὰ μέλλοντα, βούλομαι δὲ καὶ ἐγὼ χρησμῳδῆσαί(予言) τι. συνεγενόμην(話す) γάρ ποτε βραχέα τῷ Ἀνύτου υἱῷ, καὶ ἔδοξέ μοι οὐκ ἄρρωστος(弱い) τὴν ψυχὴν(頭) εἶναι· ὥστε φημὶ αὐτὸν ἐπὶ τῇ δουλοπρεπεῖ διατριβῇ ἣν ὁ πατὴρ αὐτῷ παρεσκεύακεν οὐ διαμενεῖν(続ける)· διὰ δὲ τὸ μηδένα ἔχειν σπουδαῖον ἐπιμελητὴν(世話人) προσπεσεῖσθαί(未 身を投げる) τινι αἰσχρᾷ ἐπιθυμίᾳ, καὶ προβήσεσθαι μέντοι πόρρω μοχθηρίας(堕落).
三十「ホメロスの登場人物たちも、死に臨んで未来を予言したが、私も一つ予言したい。かつてアニュトスの息子と少し話した時、彼は頭のいい子だと感じたのだ。そこで、私は予言する。あの子は父親が用意した肉体労働をやり続けることはない。ちゃんとした指導者を付けてやらないと、あの子は下卑た欲望にふけって、堕落の道を突き進むだろう」。
[31] ταῦτα δ' εἰπὼν οὐκ ἐψεύσατο, ἀλλ' ὁ νεανίσκος(若者) ἡσθεὶς(ふける) οἴνῳ οὔτε νυκτὸς οὔτε ἡμέρας ἐπαύετο πίνων, καὶ τέλος οὔτε τῇ ἑαυτοῦ πόλει οὔτε τοῖς φίλοις οὔτε αὑτῷ ἄξιος οὐδενὸς ἐγένετο. Ἄνυτος μὲν δὴ διὰ τὴν τοῦ υἱοῦ πονηρὰν(間違った) παιδείαν καὶ διὰ τὴν αὑτοῦ ἀγνωμοσύνην(愚かさ) ἔτι καὶ τετελευτηκὼς τυγχάνει κακοδοξίας.
三十一 ソクラテスはこう言ったが、それは嘘ではなかった。その若者は酒に溺れて、昼も夜も飲みつづけて、最後は国にも友人にも自分自身にも何の役にも立たない人間になってしまった。アニュトスは、息子の教育を間違えたのと自らの愚行のゆえに、死後(注)にあっても悪名を残し続けている。
訳注 ソクラテス刑死を悔いた国民のよって追放されて亡命先で殺されたとされる。
[32] Σωκράτης δὲ διὰ τὸ μεγαλύνειν(尊大) ἑαυτὸν ἐν τῷ δικαστηρίῳ(法廷) φθόνον ἐπαγόμενος(招く) μᾶλλον καταψηφίσασθαι ἑαυτοῦ ἐποίησε τοὺς δικαστάς. ἐμοὶ μὲν οὖν δοκεῖ θεοφιλοῦς(神に愛される) μοίρας τετυχηκέναι(完)· τοῦ μὲν γὰρ βίου τὸ χαλεπώτατον ἀπέλιπε(欠ける), τῶν δὲ θανάτων τοῦ ῥᾴστου ἔτυχεν(ア).
三十二 ソクラテスの法廷での尊大な振る舞いのせいで、裁判員たちは嫉妬に駆られ、いっそう有罪判決を下す気になったのである。しかし、私にはもともと彼が神に愛される運命だったように思われる。人生の最も過酷な部分である老苦を免れ、最も楽な死を手に入れたからである。
[33] ἐπεδείξατο δὲ τῆς ψυχῆς τὴν ῥώμην· ἐπεὶ γὰρ ἔγνω τοῦ ἔτι ζῆν τὸ τεθνάναι αὐτῷ κρεῖττον εἶναι, ὥσπερ οὐδὲ πρὸς τἆλλα τἀγαθὰ προσάντης(受け入れない) ἦν, οὐδὲ πρὸς τὸν θάνατον ἐμαλακίσατο(弱気になる), ἀλλ' ἱλαρῶς καὶ προσεδέχετο αὐτὸν καὶ ἐπετελέσατο(負債を払う).
三十三 彼は自分の精神力の強さを証明した。生き続けるよりも死ぬほうが自分にとって有益であると知ると、他の有益な事を進んで受け入れたのと同様に、死刑さえも怯むことなく晴れやかに受け入れて、刑に服したのである。
[34] ἐγὼ μὲν δὴ κατανοῶν τοῦ ἀνδρὸς τήν τε σοφίαν καὶ τὴν γενναιότητα(気高さ) οὔτε μὴ μεμνῆσθαι δύναμαι αὐτοῦ οὔτε μεμνημένος μὴ οὐκ ἐπαινεῖν. εἰ δέ τις τῶν ἀρετῆς ἐφιεμένων(追求>ἐφίημι) ὠφελιμωτέρῳ(有益) τινὶ Σωκράτους συνεγένετο, ἐκεῖνον ἐγὼ τὸν ἄνδρα ἀξιομακαριστότατον νομίζω.
三十四 私はこの人の知恵と気高さに思いを馳せるとき、その姿を思い起こさずにはいられないし、その姿を思い起こすたびに彼を賛美せずにはいられない。もし徳を追求する人間が、ソクラテスに匹敵する有益な人に出会うとすれば、彼は最高の果報者と言うべきだと私は思うのである。
和訳はAIの和訳を元にした。京大版講談社版も参考にした。
英訳はPenguin Classics "Conversations of Socrates"
Delphi Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics Book 21
Gutenberg eBook of the Apology
テキストは poesialatinaこのサイトは節番号がずれているので直後のピリオドのあとに移動した。
Translated into Japanese by Tomokazu Hanafusa 2026.10.16 - 10.23